TLG 2010 001 :: MARTYRIUM DASII :: Martyrium Dasii MARTYRIUM DASII Hagiogr. Martyrium Dasii Citation: Chapter — section — (line) | ||
t1 | Μαρτύριον τοῦ Ἁγίου Δασίου (Κύριε εὐλόγησον) | |
1.1 | Τῶν ἀθεμίτων ἱεροσύλων βασιλευόντων Μαξιμιανοῦ καὶ Διο‐ κλητιανοῦ, ἦν ἐν τοῖς καιροῖς ἐκείνοις συνήθεια τοιαύτη ἐν τοῖς τάγμασι τῶν στρατιωτῶν ὥστε καθ’ ἕκαστον ἐνιαυτὸν τοῦ Κρόνου τὴν ἐπίσημον ἑορτὴν ἐκτελέσαι. | |
1.2 | καὶ τοῦτο ὡσανεὶ οἰκεῖον καὶ ἐξαίρετον αὐτοῦ τοῦ Κρόνου δῶρον ἡγοῦντο ἐπὶ τὸ τὴν ἡμέραν αὐτοῦ ἐπιτελέσαι σεμνοτέραν παρὰ τὰς ἄλλας ἡμέρας. ἐπεὶ οὖν ἕκαστος ὥσπερ εὐκταῖον ἱεροσυλίαν ἐν τῇ ἡμέρᾳ αὐτοῦ ἐποίει, ᾥτινι γὰρ | |
5 | ὁ τόπος ἐλάγχανεν, κομιζόμενος βασιλικὸν ἔνδυμα, προϊὼν κατὰ τὴν αὐτοῦ τοῦ Κρόνου ὁμοιότητα εἴτ’ οὖν ἰδέαν δημοσίως ἐπὶ παντὸς τοῦ δήμου μετὰ ἀναιδοῦς καὶ ἀνεπαισχύντου ἀξίας, ἐπεμβαίνων μετὰ πλήθους στρατιωτῶν, ἔχων ἄδειαν συγκεχωρημένην, ἐπὶ ἡμέρας τριάκοντα ἔπραττεν ἀθεμίτους καὶ αἰσχρὰς ἐπιθυμίας καὶ ἐνετρύφα | |
---|---|---|
10 | διαβολικαῖς ἡδοναῖς. | |
1.3 | πληρουμένων δὲ τῶν τριάκοντα ἡμερῶν πέρας ἐδέχετο ἡ ἑορτὴ τοῦ Κρόνου καὶ ὡσανεὶ ἡ εὐκταία αὕτη αὐτῶν ἑορτή. τότε αὐτὸς ὁ τὸ βασιλικὸν ἐπιφερόμενος σχῆμα ἐπιτελέσας τὰ κατὰ συνήθειαν ἄσεμνα καὶ ἄθεσμα παίγνια, παραχρῆμα τοῖς | |
5 | ἀνωνύμοις καὶ μυσαροῖς εἰδώλοις προσεκόμιζεν ἑαυτὸν σπονδὴν ἀναιρούμενος ὑπὸ μαχαίρας. | |
2.1 | Ὡς δὲ ἔφθασεν ἡ φωνὴ καὶ ἐπὶ τὸν μακάριον Δάσιον, ὥστε καὶ αὐτὸν τὸ δυσσεβὲς τοῦτο κατὰ τὴν τάξιν τῆς ἑορτῆς πρᾶξαι, οὗτος ὡς ῥόδον ἐξ ἀκανθῶν, καθὼς λέλεκται, ἀνεβλάστησεν. παρε‐ κελεύετο οὖν ἅμα δὲ καὶ ἠναγκάζετο ἵνα τὴν ἐπίσημον ἡμέραν τῆς | |
5 | ἑορτῆς τοῦ Κρόνου ἐπιτελέσαι ἑτοιμασθῇ. | |
3.1 | Αὕτη ἡ μυσαρὰ παράδοσις καὶ μέχρις ἡμῶν τῶν ἐσχάτων | |
περιελθοῦσα ἀθλιωτέρως παραφυλάττεται. οὔτε λήγοντος γὰρ τοῦ κόσμου τὸ ἔθος τὸ κακὸν τέλος λαμβάνει ἀλλὰ μᾶλλον χειροτέρως ἀνανεοῦται. | 272 | |
3.2 | ἐν γὰρ τῇ ἡμέρᾳ τῶν καλανδῶν Ἰανυαρίων μάταιοι ἄνθρωποι τῷ ἔθει τῶν Ἑλλήνων ἐξακολουθοῦντες Χριστιανοὶ ὀνο‐ μαζόμενοι μετὰ παμμεγέθους πομπῆς προέρχονται ἐναλλάττοντες τὴν ἑαυτῶν φύσιν καὶ τὸν τρόπον καὶ τὴν μορφὴν τοῦ διαβόλου | |
5 | ἐνδύονται. αἰγείοις δέρμασι περιβεβλημένοι, τὸ πρόσωπον ἐνηλλαγ‐ μένοι ἀποβάλλουσιν ἐν ᾧ ἀνεγεννήθησαν ἀγαθῷ καὶ διακατέχουσιν ἐν ᾧ ἐγεννήθησαν κακῷ. | |
3.3 | ἀποτάξασθαι ὁμολογήσαντες ἐν τῷ βαπτίσματι τῷ διαβόλῳ καὶ ταῖς πομπαῖς αὐτοῦ πάλιν στρατεύονται αὐτῷ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς καὶ αἰσχροῖς. | |
4.1 | Ταύτην ὁ μακάριος Δάσιος ματαίαν παράδοσιν εἶναι ἐπιγνοὺς κατεπάτησεν τὸν κόσμον σὺν ταῖς ἀπάταις αὐτοῦ καὶ κατέπτυσεν τὸν διάβολον σὺν ταῖς πομπαῖς αὐτοῦ καὶ ὑπέζευξεν ἑαυτὸν τῷ σταυρω‐ θέντι Χριστῷ καὶ κατὰ τῆς τοῦ διαβόλου ἀτιμίας νικητὴς προῆλθεν. | |
4.2 | σοφὸς γὰρ ὑπάρχων ζήλῳ ἁγίῳ ἐξαφθεὶς ταῦτα ἐν τῇ αὐτοῦ διανοίᾳ διελογίζετο· Ἐὰν ἐν ταύταις ταῖς τριάκοντα ἡμέραις τῆς ματαίας ταύτης καὶ ἀπρεποῦς συνηθείας φροντίσω πρὸς τὴν τῶν δαιμόνων τιμὴν ἥνπερ ἡ τῶν Χριστιανῶν πίστις βδελύττεται καὶ | |
5 | κωλύει, ἐμαυτὸν εἰς ἀπώλειαν αἰώνιον παραδίδωμι. | |
4.3 | οὐ μόνον δὲ ἀλλὰ καὶ τῆς προσκαίρου ταύτης ζωῆς ὀλεθρίως στερίσκομαι. τίς γὰρ ἡ ὠφέλεια ὑπάρξει μετὰ τριάκοντα ἡμέρας, τῶν μυσαρῶν καὶ βδελυκτῶν παιγνίων τοῦ Κρόνου ἐπιτελεσθέντων, τῷ ξίφει με παρα‐ | |
5 | δοθῆναι; ἐπαγγελίᾳ θαρρήσας ὑπὲρ τῆς τιμῆς τῶν ἀκαθάρτων δαιμό‐ νων ἐμαυτὸν μαχαίρᾳ παραδίδωμι καὶ μετὰ τὴν τοῦ βίου ἀπαλλαγὴν τῷ αἰωνίῳ πυρὶ παραπεμφθήσομαι. | |
4.4 | βέλτιόν μοί ἐστιν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀλίγας ὑπομεῖναι βασά‐ νους καὶ τιμωρίας, καὶ μετὰ θάνατον ζωὴν αἰώνιον κληρονομήσω μετὰ πάντων τῶν ἁγίων. | |
5.1 | Δέδοκται οὖν τῇ ἡμέρᾳ ἐκείνῃ ὥστε παρὰ πάντων προσαχθῆναι τὸν μακάριον Δάσιον τὴν τοῦ Κρόνου ἐπίσημον ἑορτὴν ἐπιτελέσοντα. | |
5.2 | ἀπεκρίθη δὲ ὁ μακάριος Δάσιος τοῖς καταναγκάζουσιν αὐτὸν στρατιώταις· Ἐπειδὴ ἐπὶ τὸ τοιοῦτον μυσαρὸν ἀναγκάζετέ με, κρεῖττόν μοί ἐστιν οἰκείᾳ προαιρέσει τῷ δεσπότῃ Χριστῷ θυσία γενέσθαι ἢ τῷ Κρόνῳ ὑμῶν τῷ εἰδώλῳ ἐπιθῦσαι ἐμαυτόν. | |
5.3 | ταῦτα | |
ἀκούσαντες οἱ τῆς παρανομίας ὑπηρέται εὐθὺς αὐτὸν ἐν σκοτεινῇ φυλακῇ κατέκλεισαν καὶ τῇ ἑξῆς ἡμέρᾳ ἐξαγαγόντες αὐτὸν ἐκ τῆς εἱρκτῆς ἐν τῷ πραιτωρίῳ Βάσσου ληγάτου σύροντες ἀπήγαγον. | 274 | |
6.1 | Ὡς δὲ ὑπὸ τῆς τάξεως ἐν τῷ βήματι Βάσσου ληγάτου ὁ ἅγιος μάρτυς Δάσιος παρήχθη, ἀτενίσας εἰς αὐτὸν ὁ Βάσσος εἶπεν· Ποίας τύχης ὑπάρχεις καὶ τίς καλεῖ; ὁ δὲ μακάριος Δάσιος μετὰ παρρησίας καὶ ἐλευθερίας ἔφη· Ἀξίας μὲν στρατιωτικῆς ὑπάρχω, περὶ δὲ τῆς | |
5 | προσωνυμίας μου ἐρῶ σοι· τὸ μὲν ἐξαίρετόν μου ὄνομα Χριστιανός εἰμι, τὸ δὲ ἐκ γονέων ἐπιτεθέν μοι Δάσιος καλοῦμαι. | |
7.1 | Βάσσος ὁ ληγᾶτος ἔφη· Δεήθητι τοῖς εἰκόσι τῶν δεσποτῶν ἡμῶν τῶν βασιλέων τῶν τὴν εἰρήνην παρεχόντων καὶ δωρουμένων ἡμῖν τὰ σιτηρέσια καὶ ἐπὶ πάσῃ λυσιτελείᾳ ἡμῶν ἐφ’ ἑκάστης ἡμέρας φρον‐ τίδα ποιουμένων. | |
7.2 | Δάσιος ὁ μακάριος ἀπεκρίθη· Ἐγὼ ἤδη εἶπον καὶ λέγω ὅτι Χριστιανός εἰμι, καὶ οὐ στρατεύομαι ἐπιγείῳ βασιλεῖ ἀλλὰ βασιλεῖ οὐρανίῳ καὶ αὐτοῦ τὴν δωρεὰν κέκτημαι, αὐτοῦ τῇ χάριτι διαιτῶμαι, καὶ διὰ τῆς ἀφάτου φιλανθρωπίας πλουτῶ. | |
8.1 | Βάσσος ληγᾶτος ἔφη· Ἱκέτευσον, Δάσιε, τὰς ἱερὰς εἰκόνας τῶν βασιλέων ἡμῶν ἅσπερ καὶ αὐτὰ τὰ βάρβαρα ἔθνη σέβονται καὶ δουλεύουσιν αὐταῖς. | |
8.2 | Δάσιος ὁ μακάριος μάρτυς εἶπεν· Ἐγὼ Χριστιανὸν εἶναι ἐμαυτὸν ὁμολογῶ, καθὼς πλειστάκις ὡμολόγησα, καὶ οὐδενὶ ἄλλῳ ἐπακούω εἰ μὴ μόνον ἑνὶ ἀχράντῳ καὶ αἰωνίῳ θεῷ, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ἐν τρισὶ μὲν ὀνόμασι καὶ ὑπο‐ | |
5 | στάσεσιν, ἐν μιᾷ δὲ οὐσίᾳ. ἤδη τρίτῃ φωνῇ ὁμολογῶ τὴν πίστιν τῆς ἁγίας τριάδος ἐπειδὴ δι’ αὐτῆς ὀχυρώμενος τὴν τοῦ διαβόλου μανίαν διὰ τάχους νικῶ καὶ καταστρέφω. | |
9.1 | Βάσσος ληγᾶτος ἔφη· Ἀγνοεῖς, Δάσιε, ὅτι πᾶς ἄνθρωπος τῇ βασιλικῇ προστάξει καὶ τοῖς ἱεροῖς νόμοις ὑποτέτακται. ἐπειδὴ φείδομαί σου, τούτου χάριν ἀμερίμνως καὶ ἀδεῶς ἀποκρινῇ μοι. | |
9.2 | ὁ δὲ μακάριος καὶ ὅσιος ἀθλητὴς τοῦ Χριστοῦ Δάσιος ἀπεκρίνατο λέγων· Σὺ ποίησον ἅπερ σοι παρὰ τῶν βασιλέων προστέτακται τῶν δυσσεβῶν καὶ μιαρῶν. ἐγὼ γὰρ τὴν πίστιν μου ἥνπερ ἅπαξ τῷ | |
θεῷ μου προεθέμην φυλάξαι φυλάττω καὶ δυνατῶς καὶ ἀσφαλῶς | 276 | |
5 | προσμεῖναι ἐμαυτὸν πιστεύω ἐν ταύτῃ μου τῇ ὁμολογίᾳ· οὐ γὰρ δύνανταί με αἱ ἀπειλαί σου τῆς τοιαύτης προαιρέσεως μεταβαλεῖν. | |
10.1 | Βάσσος ληγᾶτος ἔφη· Ἰδοὺ ἔχεις καιρὸν διωρίας εἰ βουληθείης ἐν τῷ νοΐ σου διαλογισθῆναι ὅπως δυνηθείης ζῆν μεθ’ ἡμῶν ἐν δόξῃ. | |
10.2 | ὁ δὲ μακάριος Δάσιος εἶπεν· Τίς χρεία καιροῦ διωρίας; ἤδη τὴν βουλήν μου καὶ τὴν πρόθεσίν μου ἐφανέρωσά σοι λέγων Ποίησον ὃ θέλεις, ὅτι Χριστιανός εἰμι. ἰδοὺ γὰρ καὶ τῶν βασιλέων σου καὶ τῆς δόξης αὐτῶν καταπτύω καὶ βδελύσσομαι αὐτὴν ὥστε μετὰ τὴν | |
5 | τοῦ βίου τούτου ἀπαλλαγὴν εἰς τὴν ἐκείνην ζωὴν ζῆσαι δυνηθῶ. | |
11.1 | Τότε ὁ Βάσσος ληγᾶτος μετὰ 〈τὸ〉 πολλὰς αὐτῷ τιμωρίας παρασχέσθαι, δέδωκεν αὐτῷ τὴν ἀπόφασιν ὥστε ἀποτμηθῆναι αὐτοῦ τὴν κεφαλήν. ὅστις ἀπερχόμενος εἰς τὴν ἔνδοξον αὐτοῦ μαρτυρίαν εἶχέν τινα προηγούμενον αὐτοῦ μετὰ ἀθεμίτου θυμιατηρίου. | |
11.2 | ὡς δὲ ἠνάγκαζον αὐτὸν προσενεγκεῖν θυσίαν τοῖς ἀκαθάρτοις δαιμόσιν, τότε λαβὼν ταῖς ἰδίαις χερσὶν ὁ μακάριος Δάσιος διεσκόρπισεν αὐτῶν τὰ θυμιάματα καὶ κατέβαλεν τὰ δυσσεβῆ καὶ ἀθέμιτα τῶν ἱεροσύλων | |
5 | εἴδωλα εἰς τὴν γῆν κατασύρας, ὥπλισέν τε τὸ μέτωπον αὐτοῦ τῇ σφραγῖδι τοῦ τιμίου σταυροῦ τοῦ Χριστοῦ, οὕτινος τῇ δυνάμει ἰσχυρῶς πρὸς τὸν τύραννον ἀντηγωνίσατο. | |
12.1 | Ἀπῆλθεν οὖν ὁ ἅγιος μάρτυς ἐπὶ τὸ ἀποκεφαλισθῆναι μηνὶ Νοεμβρίῳ εἰκάδι ἡμέρᾳ παρασκευῇ ὥρᾳ τετάρτῃ τῆς σελήνης εἰκάδι τετάρτῃ. ἐκρούσθη δὲ ὑπὸ Ἀνικήτου Ἰωάννου σπεκουλάτορος καὶ ἐτελειώθη ἐν εἰρήνῃ ἡ μαρτυρία αὐτοῦ. | |
12.2 | ἤθλησεν δὲ ὁ ἅγιος Δάσιος ἐν πόλει Δουροστόρῳ, βασιλευόντων Μαξιμιανοῦ καὶ Διο‐ κλητιανοῦ, ἐρωτήσαντος δὲ αὐτὸν Βάσσου ληγάτου, ἐν οὐρανοῖς δὲ βασιλεύοντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα σὺν τῷ | |
5 | πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
ἀμήν. | 278 |